Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.176 Joseph. AJ 9.181 (English) >>Joseph. AJ 9.185

9.179καταλαβὼν δὲ αὐτὸν ἐν ἐσχάτοις ὄντα κλαίειν ἤρξατο βλέποντος αὐτοῦ καὶ ποτνιᾶσθαι καὶ πατέρα τε ἀποκαλεῖν καὶ ὅπλον· διʼ αὐτὸν γὰρ μηδέποτε χρήσασθαι πρὸς τοὺς ἐχθροὺς ὅπλοις, ἀλλὰ ταῖς ἐκείνου προφητείαις ἀμαχητὶ κρατεῖν τῶν πολεμίων· νῦν δʼ ἀπιέναι μὲν αὐτὸν ἐκ τοῦ ζῆν, καταλείπειν δʼ ἐξωπλισμένον τοῖς Σύροις καὶ τοῖς ἀπʼ αὐτῶν πολεμίοις. 9.180οὐδʼ αὐτῷ τοίνυν ζῆν ἔτι ἀσφαλὲς ἔλεγεν, ἀλλὰ καλῶς ἔχειν συνεξορμᾶν αὐτῷ καὶ συναπαίρειν ἐκ τοῦ βίου. ταῦτʼ ὀδυρόμενον Ἐλισσαῖος παρεμυθεῖτο τὸν βασιλέα καὶ τόξον ἐκέλευσεν αὐτῷ κομισθὲν ἐντεῖναι τοῦτο. ποιήσαντος οὖν εὐτρεπὲς τοῦ βασιλέως τὸ τόξον, ἐπιλαβόμενον τῶν χειρῶν αὐτοῦ ἐκέλευσεν αὐτὸν τοξεύειν. 9.181τρία βέλη δʼ αὐτοῦ προεμένου εἶτα δʼ ἀναπαυσαμένουπλείω μέν, εἶπεν, ἀφεὶς ἐκ ῥιζῶν ἂν τὴν τῶν Σύρων βασιλείαν ἐξεῖλες, ἐπεὶ δὲ τρισὶν ἠρκέσθης μόνοις, τοσαύταις καὶ μάχαις κρατήσεις συμβαλὼν τοῖς Σύροις, ἵνα τὴν χώραν ἣν ἀπετέμοντο τοῦ σοῦ πατρὸς ἀνακτήσῃ· καὶ μὲν βασιλεὺς τοῦτʼ ἀκούσας ἀπηλλάγη. 9.182μετʼ οὐ πολὺ δὲ καὶ προφήτης ἀπέθανεν ἀνὴρ ἐπὶ δικαιοσύνῃ διαβόητος καὶ φανερῶς σπουδασθεὶς ὑπὸ τοῦ θεοῦ· θαυμαστὰ γὰρ καὶ παράδοξα διὰ τῆς προφητείας ἐπεδείξατο ἔργα καὶ μνήμης λαμπρᾶς παρὰ τοῖς Ἑβραίοις ἀξιωθέντα. ἔτυχε δὲ καὶ ταφῆς μεγαλοπρεποῦς καὶ οἵας εἰκὸς ἦν τὸν οὕτω θεοφιλῆ μεταλαβεῖν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.176 Joseph. AJ 9.181 (English) >>Joseph. AJ 9.185

Powered by PhiloLogic